Psalms 25
1 ▼▼LXX: Psa.24:1
Ψαλμὸς τῷ Δαυιδ. Πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου, ὁ θεός μου. 2 ▼▼LXX: Psa.24:2
ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην, μηδὲ καταγελασάτωσάν μου. οἱ ἐχθροί μου 3 ▼▼LXX: Psa.24:3
καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς. 4 ▼▼LXX: Psa.24:4
τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με. 5 ▼▼LXX: Psa.24:5
ὁδήγησόν με, ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. 6 ▼▼LXX: Psa.24:6
μνήσθητι τῶν οἰκτιρμῶν σου, κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. 7 ▼▼LXX: Psa.24:7
ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου, μνήσθητί μου σὺ ἕνεκα τῆς χρηστότητός σου κύριε. 8 ▼▼LXX: Psa.24:8
χρηστὸς καὶ εὐθὴς ὁ κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. 9 ▼▼LXX: Psa.24:9
ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. 10 ▼▼LXX: Psa.24:10
πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. 11 ▼▼LXX: Psa.24:11
ἕνεκα τοῦ ὀνόματός σου, κύριε, καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν. 12 ▼▼LXX: Psa.24:12
τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. 13 ▼▼LXX: Psa.24:13
ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. 14 ▼▼LXX: Psa.24:14
κραταίωμα κύριος τῶν φοβουμένων αὐτόν, [καὶ τὸ ὄνομα κυρίου τῶν φοβουμένων αὐτόν,] καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. 15 ▼▼LXX: Psa.24:15
οἱ ὀφθαλμοί μου. διὰ παντὸς πρὸς τὸν κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου 16 ▼▼LXX: Psa.24:16
ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. 17 ▼▼LXX: Psa.24:17
αἱ θλίψεις τῆς καρδίας μου ἐπλατύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. 18 ▼▼LXX: Psa.24:18
ἰδὲ τὴν ταπείνωσίν μου. καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου 19 ▼▼LXX: Psa.24:19
ἰδὲ τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με. 20 ▼▼LXX: Psa.24:20
φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. 21 ▼▼LXX: Psa.24:21
ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, κύριε. 22 ▼▼LXX: Psa.24:22
λύτρωσαι, ὁ θεός, τὸν Ισραηλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.
Copyright information for
LXX